Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.294 Joseph. AJ 7.298 (English) >>Joseph. AJ 7.303

7.296ὡς οὖν ταῦτα παρὰ τῶν προφητῶν ἔμαθεν ἐπιζητεῖν τὸν θεόν, μεταπέμπεται τοὺς Γαβαωνίτας καὶ τίνος βούλονται τυχεῖν ἐπηρώτα. τῶν δʼ ἐκ τοῦ γένους τοῦ Σαούλου παραλαβεῖν ἑπτὰ παῖδας ἀξιωσάντων πρὸς τιμωρίαν, βασιλεὺς ἀναζητήσας παρέδωκεν αὐτοῖς Ἰεβόσθου φεισάμενος τοῦ Ἰωνάθου παιδός. 7.297παραλαβόντες δʼ οἱ Γαβαωνῖται τοὺς ἄνδρας ὡς ἐβούλοντο ἐκόλασαν. ἤρξατο δʼ ὕειν παραχρῆμα θεὸς καὶ τὴν γῆν πρὸς γονὴν καρπῶν ἀνακαλεῖν ἀπολύσας τοῦ πρότερον αὐχμοῦ· καὶ πάλιν εὐθήνησεν τῶν Ἑβραίων χώρα. 7.298

Στρατεύεται δὲ μετʼ οὐ πολὺν χρόνον βασιλεὺς ἐπὶ Παλαιστίνους, καὶ συνάψας μάχην αὐτοῖς καὶ τρεψάμενος ἐμονώθη διώκων καὶ γενόμενος ἔκλυτος ὤφθη ὑπό τινος τῶν πολεμίων Ἄκμονος μὲν τοὔνομα Ἀράφου δὲ παιδός· 7.299οὗτος ἦν μὲν καὶ ἀπόγονος τῶν Γιγάντων, ἔχων δὲ καὶ ξυστόν, οὗ τὴν λαβὴν συνέλκειν σταθμὸν σίκλους τριακοσίους, καὶ θώρακα ἁλυσιδωτὸν καὶ ῥομφαίαν ὥρμησεν ἐπιστραφεὶς ὡς ἀποκτενῶν τὸν τῶν πολεμίων βασιλέα· παρεῖτο γὰρ ὑπὸ τοῦ κόπου. ἐπιφανεὶς δʼ ἐξαίφνης Ἀβεσσαῖος Ἰωάβου ἀδελφὸς τὸν βασιλέα μὲν ὑπερήσπισε περιβὰς κείμενον, ἀπέκτεινε δὲ τὸν πολέμιον. 7.300ἤνεγκε δʼ ἐπὶ τῷ παρʼ ὀλίγον κινδυνεῦσαι τὸν βασιλέα χαλεπῶς τὸ πλῆθος· καὶ οἱ ἡγεμόνες ὥρκωσαν αὐτὸν μηκέτι εἰς μάχην ἀπαντῆσαι σὺν αὐτοῖς, μὴ διʼ ἀνδρείαν καὶ προθυμίαν παθών τι τῶν δεινῶν στερήσῃ τὸν λαὸν τῶν διʼ αὐτὸν ἀγαθῶν, ὅσα τε ἤδη παρέσχηκε καὶ ὅσων ἔτι μεθέξουσι πολὺν βιώσαντος χρόνον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.294 Joseph. AJ 7.298 (English) >>Joseph. AJ 7.303

Powered by PhiloLogic